Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.25 Dem. 56.28 (English) >>Dem. 56.32

56.27αὕτη δὲ τί λέγει καὶ ποῖ προστάττει τὸν πλοῦν ποιεῖσθαι; Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ἀθήνας· εἰ δὲ μή, ἀποτίνειν κελεύει διπλάσια τὰ χρήματα. ταῦτα εἰ μὲν πεποίηκας, οὐδὲν ἀδικεῖς, εἰ δὲ μὴ πεποίηκας μηδὲ κατακεκόμικας τὴν ναῦν Ἀθήναζε, προσήκει σε ζημιοῦσθαι τῷ ἐπιτιμίῳ τῷ ἐκ τῆς συγγραφῆς· τοῦτο γὰρ τὸ δίκαιον οὐκ ἄλλος οὐδείς, ἀλλʼ αὐτὸς σὺ σαυτῷ ὥρισας. δεῖξον οὖν τοῖς δικασταῖς δυοῖν θάτερον, τὴν συγγραφήν, ὡς οὐκ ἔστιν ἡμῖν κυρία, ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν. 56.28εἰ δέ τινες ἀφείκασίν τί σοι καὶ συγκεχωρήκασιν τοὺς εἰς Ῥόδον τόκους ὁτῳδήποτε τρόπῳ πεισθέντες, διὰ ταῦτα οὐδὲν ἀδικεῖς ἡμᾶς, οὓς παρασυγγεγράφηκας εἰς Ῥόδον καταγαγὼν τὴν ναῦν; οὐκ οἴομαί γε· οὐ γὰρ τὰ ὑφʼ ἑτέρων συγκεχωρημένα δικάζουσιν οὗτοι νῦν, ἀλλὰ τὰ ὑπʼ αὐτοῦ σοῦ πρὸς ἡμᾶς συγγεγραμμένα. ἐπεὶ ὅτι γε καὶ τὸ περὶ τὴν ἄφεσιν τῶν τόκων, εἰ ἄρα γέγονεν ὡς οὗτοι λέγουσιν, μετὰ τοῦ συμφέροντος τοῦ τῶν δανειστῶν γέγονε, πᾶσιν ὑμῖν φανερόν ἐστιν. 56.29οἱ γὰρ ἐκ τῆς Αἰγύπτου δανείσαντες τούτοις ἑτερόπλουν τἀργύριον εἰς Ἀθήνας, ὡς ἀφίκοντο εἰς τὴν Ῥόδον καὶ τὴν ναῦν ἐκεῖσε οὗτοι κατεκόμισαν, οὐδὲν οἶμαι διέφερεν αὐτοῖς ἀφεμένοις τῶν τόκων καὶ κομισαμένοις τὸ δάνειον ἐν τῇ Ῥόδῳ πάλιν ἐνεργὸν ποιεῖν εἰς τὴν Αἴγυπτον, ἀλλʼ ἐλυσιτέλει πολλῷ μᾶλλον τοῦτʼ δεῦρʼ ἐπαναπλεῖν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.25 Dem. 56.28 (English) >>Dem. 56.32

Powered by PhiloLogic